1
1 Άσμα ασμάτων, ὅ ἐστιν τῷ Σαλωμων. 2 Φιλησάτω με ἀπὸ ϕιλημάτων στόματος αὐτοῦ, ὅτι ἀγαϑοὶ μαστοί σου ὑπὲρ οἶνον, 3 καὶ ὀσμὴ μύρων σου ὑπὲρ πάντα τὰ ἀρώματα, μύρον ἐκκενωϑὲν ὄνομά σου. διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε, 4 εἵλκυσάν σε, ὀπίσω σου εἰς ὀσμὴν μύρων σου δραμοῦμεν. Εἰσήνεγκέν με ὁ βασιλεὺς εἰς τὸ ταμίειον αὐτοῦ. Ἀγαλλιασώμεϑα καὶ εὐϕρανϑῶμεν ἐν σοί, ἀγαπήσομεν μαστούς σου ὑπὲρ οἶνον· εὐϑύτης ἠγάπησέν σε. 5 Μέλαινά εἰμι καὶ καλή, ϑυγατέρες Ιερουσαλημ, ὡς σκηνώματα Κηδαρ, ὡς δέρρεις Σαλωμων. 6 μὴ βλέψητέ με, ὅτι ἐγώ εἰμι μεμελανωμένη, ὅτι παρέβλεψέν με ὁ ἥλιος· υἱοὶ μητρός μου ἐμαχέσαντο ἐν ἐμοί, ἔϑεντό με ϕυλάκισσαν ἐν ἀμπελῶσιν· ἀμπελῶνα ἐμὸν οὐκ ἐϕύλαξα. 7 Ἀπάγγειλόν μοι, ὃν ἠγάπησεν ἡ ψυχή μου, ποῦ ποιμαίνεις, ποῦ κοιτάζεις ἐν μεσημβρίᾳ, μήποτε γένωμαι ὡς περιβαλλομένη ἐπ᾽ ἀγέλαις ἑταίρων σου. 8 Ἐὰν μὴ γνῷς σεαυτήν, ἡ καλὴ ἐν γυναιξίν, ἔξελϑε σὺ ἐν πτέρναις τῶν ποιμνίων καὶ ποίμαινε τὰς ἐρίϕους σου ἐπὶ σκηνώμασιν τῶν ποιμένων. 9 Τῇ ἵππῳ μου ἐν ἅρμασιν Φαραω ὡμοίωσά σε, ἡ πλησίον μου. 10 τί ὡραιώϑησαν σιαγόνες σου ὡς τρυγόνες, τράχηλός σου ὡς ὁρμίσκοι; 11 ὁμοιώματα χρυσίου ποιήσομέν σοι μετὰ στιγμάτων τοῦ ἀργυρίου. 12 Ἕως οὗ ὁ βασιλεὺς ἐν ἀνακλίσει αὐτοῦ, νάρδος μου ἔδωκεν ὀσμὴν αὐτοῦ. 13 ἀπόδεσμος τῆς στακτῆς ἀδελϕιδός μου ἐμοί, ἀνὰ μέσον τῶν μαστῶν μου αὐλισϑήσεται· 14 βότρυς τῆς κύπρου ἀδελϕιδός μου ἐμοὶ ἐν ἀμπελῶσιν Εγγαδδι. 15 Ἰδοὺ εἶ καλή, ἡ πλησίον μου, ἰδοὺ εἶ καλή, ὀϕϑαλμοί σου περιστεραί. 16 Ἰδοὺ εἶ καλός, ὁ ἀδελϕιδός μου, καί γε ὡραῖος· πρὸς κλίνη ἡμῶν σύσκιος, 17 δοκοὶ οἴκων ἡμῶν κέδροι, ϕατνώματα ἡμῶν κυπάρισσοι.
2
1 Ἐγὼ ἄνϑος τοῦ πεδίου, κρίνον τῶν κοιλάδων. 2 Ὡς κρίνον ἐν μέσῳ ἀκανϑῶν, οὕτως ἡ πλησίον μου ἀνὰ μέσον τῶν ϑυγατέρων. 3 Ὡς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, οὕτως ἀδελϕιδός μου ἀνὰ μέσον τῶν υἱῶν· ἐν τῇ σκιᾷ αὐτοῦ ἐπεϑύμησα καὶ ἐκάϑισα, καὶ καρπὸς αὐτοῦ γλυκὺς ἐν λάρυγγί μου. 4 Εἰσαγάγετέ με εἰς οἶκον τοῦ οἴνου, τάξατε ἐπ᾽ ἐμὲ ἀγάπην. 5 στηρίσατέ με ἐν ἀμόραις, στοιβάσατέ με ἐν μήλοις, ὅτι τετρωμένη ἀγάπης ἐγώ. 6 εὐώνυμος αὐτοῦ ὑπὸ τὴν κεϕαλήν μου, καὶ ἡ δεξιὰ αὐτοῦ περιλήμψεταί με. 7 ὥρκισα ὑμᾶς, ϑυγατέρες Ιερουσαλημ, ἐν ταῖς δυνάμεσιν καὶ ἐν ταῖς ἰσχύσεσιν τοῦ ἀγροῦ, ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην, ἕως οὗ ϑελήσῃ. 8 Φωνὴ ἀδελϕιδοῦ μου· ἰδοὺ οὗτος ἥκει πηδῶν ἐπὶ τὰ ὄρη διαλλόμενος ἐπὶ τοὺς βουνούς. 9 ὅμοιός ἐστιν ἀδελϕιδός μου τῇ δορκάδι ἢ νεβρῷ ἐλάϕων ἐπὶ τὰ ὄρη Βαιϑηλ. ἰδοὺ οὗτος ἕστηκεν ὀπίσω τοῦ τοίχου ἡμῶν παρακύπτων διὰ τῶν ϑυρίδων ἐκκύπτων διὰ τῶν δικτύων. 10 ἀποκρίνεται ἀδελϕιδός μου καὶ λέγει μοι Ἀνάστα ἐλϑέ, ἡ πλησίον μου, καλή μου, περιστερά μου, 11 ὅτι ἰδοὺ ὁ χειμὼν παρῆλϑεν, ὁ ὑετὸς ἀπῆλϑεν, ἐπορεύϑη ἑαυτῷ, 12 τὰ ἄνϑη ὤϕϑη ἐν τῇ γῇ, καιρὸς τῆς τομῆς ἔϕϑακεν, ϕωνὴ τοῦ τρυγόνος ἠκούσϑη ἐν τῇ γῇ ἡμῶν, 13 ἡ συκῆ ἐξήνεγκεν ὀλύνϑους αὐτῆς, αἱ ἄμπελοι κυπρίζουσιν, ἔδωκαν ὀσμήν. ἀνάστα ἐλϑέ, ἡ πλησίον μου, καλή μου, περιστερά μου, 14 καὶ ἐλϑὲ σύ, περιστερά μου ἐν σκέπῃ τῆς πέτρας ἐχόμενα τοῦ προτειχίσματος, δεῖξόν μοι τὴν ὄψιν σου καὶ ἀκούτισόν με τὴν ϕωνήν σου, ὅτι ἡ ϕωνή σου ἡδεῖα, καὶ ἡ ὄψις σου ὡραία. 15 Πιάσατε ἡμῖν ἀλώπεκας μικροὺς ἀϕανίζοντας ἀμπελῶνας, καὶ αἱ ἄμπελοι ἡμῶν κυπρίζουσιν. 16 Ἀδελϕιδός μου ἐμοί, κἀγὼ αὐτῷ, ὁ ποιμαίνων ἐν τοῖς κρίνοις, 17 ἕως οὗ διαπνεύσῃ ἡ ἡμέρα καὶ κινηϑῶσιν αἱ σκιαί. ἀπόστρεψον ὁμοιώϑητι σύ, ἀδελϕιδέ μου, τῷ δόρκωνι ἢ νεβρῷ ἐλάϕων ἐπὶ ὄρη κοιλωμάτων.
3
1 Ἐπὶ κοίτην μου ἐν νυξὶν ἐζήτησα ὃν ἠγάπησεν ἡ ψυχή μου, ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον αὐτόν, ἐκάλεσα αὐτόν, καὶ οὐχ ὑπήκουσέν μου. 2 ἀναστήσομαι δὴ καὶ κυκλώσω ἐν τῇ πόλει ἐν ταῖς ἀγοραῖς καὶ ἐν ταῖς πλατείαις καὶ ζητήσω ὃν ἠγάπησεν ἡ ψυχή μου· ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον αὐτόν. 3 εὕροσάν με οἱ τηροῦντες οἱ κυκλοῦντες ἐν τῇ πόλει Μὴ ὃν ἠγάπησεν ἡ ψυχή μου εἴδετε; 4 ὡς μικρὸν ὅτε παρῆλϑον ἀπ᾽ αὐτῶν, ἕως οὗ εὗρον ὃν ἠγάπησεν ἡ ψυχή μου· ἐκράτησα αὐτὸν καὶ οὐκ ἀϕήσω αὐτόν, ἕως οὗ εἰσήγαγον αὐτὸν εἰς οἶκον μητρός μου καὶ εἰς ταμίειον τῆς συλλαβούσης με. 5 ὥρκισα ὑμᾶς, ϑυγατέρες Ιερουσαλημ, ἐν ταῖς δυνάμεσιν καὶ ἐν ταῖς ἰσχύσεσιν τοῦ ἀγροῦ, ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην, ἕως ἂν ϑελήσῃ. 6 Τίς αὕτη ἡ ἀναβαίνουσα ἀπὸ τῆς ἐρήμου ὡς στελέχη καπνοῦ τεϑυμιαμένη σμύρναν καὶ λίβανον ἀπὸ πάντων κονιορτῶν μυρεψοῦ; 7 ἰδοὺ ἡ κλίνη τοῦ Σαλωμων, ἑξήκοντα δυνατοὶ κύκλῳ αὐτῆς ἀπὸ δυνατῶν Ισραηλ, 8 πάντες κατέχοντες ῥομϕαίαν δεδιδαγμένοι πόλεμον, ἀνὴρ ῥομϕαία αὐτοῦ ἐπὶ μηρὸν αὐτοῦ ἀπὸ ϑάμβους ἐν νυξίν. 9 ϕορεῖον ἐποίησεν ἑαυτῷ ὁ βασιλεὺς Σαλωμων ἀπὸ ξύλων τοῦ Λιβάνου, 10 στύλους αὐτοῦ ἐποίησεν ἀργύριον καὶ ἀνάκλιτον αὐτοῦ χρύσεον, ἐπίβασις αὐτοῦ πορϕυρᾶ, ἐντὸς αὐτοῦ λιϑόστρωτον, ἀγάπην ἀπὸ ϑυγατέρων Ιερουσαλημ. 11 ἐξέλϑατε καὶ ἴδετε ἐν τῷ βασιλεῖ Σαλωμων ἐν τῷ στεϕάνῳ, ᾧ ἐστεϕάνωσεν αὐτὸν ἡ μήτηρ αὐτοῦ ἐν ἡμέρᾳ νυμϕεύσεως αὐτοῦ καὶ ἐν ἡμέρᾳ εὐϕροσύνης καρδίας αὐτοῦ.
4
1 Ἰδοὺ εἶ καλή, ἡ πλησίον μου, ἰδοὺ εἶ καλή. ὀϕϑαλμοί σου περιστεραὶ ἐκτὸς τῆς σιωπήσεώς σου. τρίχωμά σου ὡς ἀγέλαι τῶν αἰγῶν, αἳ ἀπεκαλύϕϑησαν ἀπὸ τοῦ Γαλααδ. 2 ὀδόντες σου ὡς ἀγέλαι τῶν κεκαρμένων, αἳ ἀνέβησαν ἀπὸ τοῦ λουτροῦ, αἱ πᾶσαι διδυμεύουσαι, καὶ ἀτεκνοῦσα οὐκ ἔστιν ἐν αὐταῖς. 3 ὡς σπαρτίον τὸ κόκκινον χείλη σου, καὶ ἡ λαλιά σου ὡραία. ὡς λέπυρον τῆς ῥόας μῆλόν σου ἐκτὸς τῆς σιωπήσεώς σου. 4 ὡς πύργος Δαυιδ τράχηλός σου ὁ ᾠκοδομημένος εἰς ϑαλπιωϑ· χίλιοι ϑυρεοὶ κρέμανται ἐπ᾽ αὐτόν, πᾶσαι βολίδες τῶν δυνατῶν. 5 δύο μαστοί σου ὡς δύο νεβροὶ δίδυμοι δορκάδος οἱ νεμόμενοι ἐν κρίνοις. 6 ἕως οὗ διαπνεύσῃ ἡ ἡμέρα καὶ κινηϑῶσιν αἱ σκιαί, πορεύσομαι ἐμαυτῷ πρὸς τὸ ὄρος τῆς σμύρνης καὶ πρὸς τὸν βουνὸν τοῦ Λιβάνου. 7 ὅλη καλὴ εἶ, ἡ πλησίον μου, καὶ μῶμος οὐκ ἔστιν ἐν σοί. 8 Δεῦρο ἀπὸ Λιβάνου, νύμϕη, δεῦρο ἀπὸ Λιβάνου· ἐλεύσῃ καὶ διελεύσῃ ἀπὸ ἀρχῆς πίστεως, ἀπὸ κεϕαλῆς Σανιρ καὶ Ερμων, ἀπὸ μανδρῶν λεόντων, ἀπὸ ὀρέων παρδάλεων. 9 Ἐκαρδίωσας ἡμᾶς, ἀδελϕή μου νύμϕη, ἐκαρδίωσας ἡμᾶς ἑνὶ ἀπὸ ὀϕϑαλμῶν σου, ἐν μιᾷ ἐνϑέματι τραχήλων σου. 10 τί ἐκαλλιώϑησαν μαστοί σου, ἀδελϕή μου νύμϕη, τί ἐκαλλιώϑησαν μαστοί σου ἀπὸ οἴνου; καὶ ὀσμὴ ἱματίων σου ὑπὲρ πάντα τὰ ἀρώματα. 11 κηρίον ἀποστάζουσιν χείλη σου, νύμϕη, μέλι καὶ γάλα ὑπὸ τὴν γλῶσσάν σου, καὶ ὀσμὴ ἱματίων σου ὡς ὀσμὴ Λιβάνου. 12 Κῆπος κεκλεισμένος ἀδελϕή μου νύμϕη, κῆπος κεκλεισμένος, πηγὴ ἐσϕραγισμένη· 13 ἀποστολαί σου παράδεισος ῥοῶν μετὰ καρποῦ ἀκροδρύων, κύπροι μετὰ νάρδων, 14 νάρδος καὶ κρόκος, κάλαμος καὶ κιννάμωμον μετὰ πάντων ξύλων τοῦ Λιβάνου, σμύρνα αλωϑ μετὰ πάντων πρώτων μύρων, 15 πηγὴ κήπων, ϕρέαρ ὕδατος ζῶντος καὶ ῥοιζοῦντος ἀπὸ τοῦ Λιβάνου. 16 Ἐξεγέρϑητι, βορρᾶ, καὶ ἔρχου, νότε, διάπνευσον κῆπόν μου, καὶ ῥευσάτωσαν ἀρώματά μου· καταβήτω ἀδελϕιδός μου εἰς κῆπον αὐτοῦ καὶ ϕαγέτω καρπὸν ἀκροδρύων αὐτοῦ.
5
1 Εἰσῆλϑον εἰς κῆπόν μου, ἀδελϕή μου νύμϕη, ἐτρύγησα σμύρναν μου μετὰ ἀρωμάτων μου, ἔϕαγον ἄρτον μου μετὰ μέλιτός μου, ἔπιον οἶνόν μου μετὰ γάλακτός μου· ϕάγετε, πλησίοι, καὶ πίετε καὶ μεϑύσϑητε, ἀδελϕοί, 2 Ἐγὼ καϑεύδω, καὶ ἡ καρδία μου ἀγρυπνεῖ. ϕωνὴ ἀδελϕιδοῦ μου, κρούει ἐπὶ τὴν ϑύραν Ἄνοιξόν μοι, ἀδελϕή μου, ἡ πλησίον μου, περιστερά μου, τελεία μου, ὅτι ἡ κεϕαλή μου ἐπλήσϑη δρόσου καὶ οἱ βόστρυχοί μου ψεκάδων νυκτός. 3 Ἐξεδυσάμην τὸν χιτῶνά μου, πῶς ἐνδύσωμαι αὐτόν; ἐνιψάμην τοὺς πόδας μου, πῶς μολυνῶ αὐτούς; 4 ἀδελϕιδός μου ἀπέστειλεν χεῖρα αὐτοῦ ἀπὸ τῆς ὀπῆς, καὶ ἡ κοιλία μου ἐϑροήϑη ἐπ᾽ αὐτόν. 5 ἀνέστην ἐγὼ ἀνοῖξαι τῷ ἀδελϕιδῷ μου, χεῖρές μου ἔσταξαν σμύρναν, δάκτυλοί μου σμύρναν πλήρη ἐπὶ χεῖρας τοῦ κλείϑρου. 6 ἤνοιξα ἐγὼ τῷ ἀδελϕιδῷ μου, ἀδελϕιδός μου παρῆλϑεν· ψυχή μου ἐξῆλϑεν ἐν λόγῳ αὐτοῦ, ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον αὐτόν, ἐκάλεσα αὐτόν, καὶ οὐχ ὑπήκουσέν μου. 7 εὕροσάν με οἱ ϕύλακες οἱ κυκλοῦντες ἐν τῇ πόλει, ἐπάταξάν με, ἐτραυμάτισάν με, ἦραν τὸ ϑέριστρόν μου ἀπ᾽ ἐμοῦ ϕύλακες τῶν τειχέων. 8 ὥρκισα ὑμᾶς, ϑυγατέρες Ιερουσαλημ, ἐν ταῖς δυνάμεσιν καὶ ἐν ταῖς ἰσχύσεσιν τοῦ ἀγροῦ, ἐὰν εὕρητε τὸν ἀδελϕιδόν μου, τί ἀπαγγείλητε αὐτῷ; ὅτι τετρωμένη ἀγάπης εἰμὶ ἐγώ. 9 Τί ἀδελϕιδός σου ἀπὸ ἀδελϕιδοῦ, ἡ καλὴ ἐν γυναιξίν, τί ἀδελϕιδός σου ἀπὸ ἀδελϕιδοῦ, ὅτι οὕτως ὥρκισας ἡμᾶς; 10 Ἀδελϕιδός μου λευκὸς καὶ πυρρός, ἐκλελοχισμένος ἀπὸ μυριάδων· 11 κεϕαλὴ αὐτοῦ χρυσίον καὶ ϕαζ, βόστρυχοι αὐτοῦ ἐλάται, μέλανες ὡς κόραξ, 12 ὀϕϑαλμοὶ αὐτοῦ ὡς περιστεραὶ ἐπὶ πληρώματα ὑδάτων λελουσμέναι ἐν γάλακτι καϑήμεναι ἐπὶ πληρώματα ὑδάτων, 13 σιαγόνες αὐτοῦ ὡς ϕιάλαι τοῦ ἀρώματος ϕύουσαι μυρεψικά, χείλη αὐτοῦ κρίνα στάζοντα σμύρναν πλήρη, 14 χεῖρες αὐτοῦ τορευταὶ χρυσαῖ πεπληρωμέναι ϑαρσις, κοιλία αὐτοῦ πυξίον ἐλεϕάντινον ἐπὶ λίϑου σαπϕείρου, 15 κνῆμαι αὐτοῦ στῦλοι μαρμάρινοι τεϑεμελιωμένοι ἐπὶ βάσεις χρυσᾶς, εἶδος αὐτοῦ ὡς Λίβανος, ἐκλεκτὸς ὡς κέδροι, 16 ϕάρυγξ αὐτοῦ γλυκασμοὶ καὶ ὅλος ἐπιϑυμία· οὗτος ἀδελϕιδός μου, καὶ οὗτος πλησίον μου, ϑυγατέρες Ιερουσαλημ.
6
1 Ποῦ ἀπῆλϑεν ὁ ἀδελϕιδός σου, ἡ καλὴ ἐν γυναιξίν; ποῦ ἀπέβλεψεν ὁ ἀδελϕιδός σου; καὶ ζητήσομεν αὐτὸν μετὰ σοῦ. 2 Ἀδελϕιδός μου κατέβη εἰς κῆπον αὐτοῦ εἰς ϕιάλας τοῦ ἀρώματος ποιμαίνειν ἐν κήποις καὶ συλλέγειν κρίνα· 3 ἐγὼ τῷ ἀδελϕιδῷ μου, καὶ ἀδελϕιδός μου ἐμοὶ ὁ ποιμαίνων ἐν τοῖς κρίνοις. 4 Καλὴ εἶ, ἡ πλησίον μου, ὡς εὐδοκία, ὡραία ὡς Ιερουσαλημ, ϑάμβος ὡς τεταγμέναι. 5 ἀπόστρεψον ὀϕϑαλμούς σου ἀπεναντίον μου, ὅτι αὐτοὶ ἀνεπτέρωσάν με. τρίχωμά σου ὡς ἀγέλαι τῶν αἰγῶν, αἳ ἀνεϕάνησαν ἀπὸ τοῦ Γαλααδ. 6 ὀδόντες σου ὡς ἀγέλαι τῶν κεκαρμένων, αἳ ἀνέβησαν ἀπὸ τοῦ λουτροῦ, αἱ πᾶσαι διδυμεύουσαι, καὶ ἀτεκνοῦσα οὐκ ἔστιν ἐν αὐταῖς. 7 ὡς σπαρτίον τὸ κόκκινον χείλη σου, καὶ ἡ λαλιά σου ὡραία. ὡς λέπυρον τῆς ῥόας μῆλόν σου ἐκτὸς τῆς σιωπήσεώς σου. 8 Ἑξήκοντά εἰσιν βασίλισσαι, καὶ ὀγδοήκοντα παλλακαί, καὶ νεάνιδες ὧν οὐκ ἔστιν ἀριϑμός. 9 μία ἐστὶν περιστερά μου, τελεία μου, μία ἐστὶν τῇ μητρὶ αὐτῆς, ἐκλεκτή ἐστιν τῇ τεκούσῃ αὐτῆς. εἴδοσαν αὐτὴν ϑυγατέρες καὶ μακαριοῦσιν αὐτήν, βασίλισσαι καὶ παλλακαὶ καὶ αἰνέσουσιν αὐτήν. 10 Τίς αὕτη ἡ ἐκκύπτουσα ὡσεὶ ὄρϑρος, καλὴ ὡς σελήνη, ἐκλεκτὴ ὡς ὁ ἥλιος, ϑάμβος ὡς τεταγμέναι; 11 Εἰς κῆπον καρύας κατέβην ἰδεῖν ἐν γενήμασιν τοῦ χειμάρρου, ἰδεῖν εἰ ἤνϑησεν ἡ ἄμπελος, ἐξήνϑησαν αἱ ῥόαι· ἐκεῖ δώσω τοὺς μαστούς μου σοί. 12 οὐκ ἔγνω ἡ ψυχή μου· ἔϑετό με ἅρματα Αμιναδαβ.
7
1 Ἐπίστρεϕε ἐπίστρεϕε, ἡ Σουλαμῖτις, ἐπίστρεϕε ἐπίστρεϕε, καὶ ὀψόμεϑα ἐν σοί. Τί ὄψεσϑε ἐν τῇ Σουλαμίτιδι; ἡ ἐρχομένη ὡς χοροὶ τῶν παρεμβολῶν. 2 Τί ὡραιώϑησαν διαβήματά σου ἐν ὑποδήμασιν, ϑύγατερ Ναδαβ; ῥυϑμοὶ μηρῶν σου ὅμοιοι ὁρμίσκοις ἔργῳ χειρῶν τεχνίτου· 3 ὀμϕαλός σου κρατὴρ τορευτὸς μὴ ὑστερούμενος κρᾶμα· κοιλία σου ϑιμωνιὰ σίτου πεϕραγμένη ἐν κρίνοις· 4 δύο μαστοί σου ὡς δύο νεβροὶ δίδυμοι δορκάδος· 5 τράχηλός σου ὡς πύργος ἐλεϕάντινος· ὀϕϑαλμοί σου ὡς λίμναι ἐν Εσεβων ἐν πύλαις ϑυγατρὸς πολλῶν· μυκτήρ σου ὡς πύργος τοῦ Λιβάνου σκοπεύων πρόσωπον Δαμασκοῦ· 6 κεϕαλή σου ἐπὶ σὲ ὡς Κάρμηλος, καὶ πλόκιον κεϕαλῆς σου ὡς πορϕύρα, βασιλεὺς δεδεμένος ἐν παραδρομαῖς. 7 Τί ὡραιώϑης καὶ τί ἡδύνϑης, ἀγάπη, ἐν τρυϕαῖς σου; 8 τοῦτο μέγεϑός σου ὡμοιώϑη τῷ ϕοίνικι καὶ οἱ μαστοί σου τοῖς βότρυσιν. 9 εἶπα Ἀναβήσομαι ἐν τῷ ϕοίνικι, κρατήσω τῶν ὕψεων αὐτοῦ, καὶ ἔσονται δὴ μαστοί σου ὡς βότρυες τῆς ἀμπέλου καὶ ὀσμὴ ῥινός σου ὡς μῆλα 10 καὶ λάρυγξ σου ὡς οἶνος ὁ ἀγαϑὸς πορευόμενος τῷ ἀδελϕιδῷ μου εἰς εὐϑύϑητα ἱκανούμενος χείλεσίν μου καὶ ὀδοῦσιν. 11 Ἐγὼ τῷ ἀδελϕιδῷ μου, καὶ ἐπ᾽ ἐμὲ ἡ ἐπιστροϕὴ αὐτοῦ. 12 ἐλϑέ, ἀδελϕιδέ μου, ἐξέλϑωμεν εἰς ἀγρόν, αὐλισϑῶμεν ἐν κώμαις· 13 ὀρϑρίσωμεν εἰς ἀμπελῶνας, ἴδωμεν εἰ ἤνϑησεν ἡ ἄμπελος, ἤνϑησεν ὁ κυπρισμός, ἤνϑησαν αἱ ῥόαι· ἐκεῖ δώσω τοὺς μαστούς μου σοί. 14 οἱ μανδραγόραι ἔδωκαν ὀσμήν, καὶ ἐπὶ ϑύραις ἡμῶν πάντα ἀκρόδρυα, νέα πρὸς παλαιά, ἀδελϕιδέ μου, ἐτήρησά σοι.
8
1 Τίς δῴη σε ἀδελϕιδόν μου ϑηλάζοντα μαστοὺς μητρός μου; εὑροῦσά σε ἔξω ϕιλήσω σε, καί γε οὐκ ἐξουδενώσουσίν μοι. 2 παραλήμψομαί σε, εἰσάξω σε εἰς οἶκον μητρός μου καὶ εἰς ταμίειον τῆς συλλαβούσης με· ποτιῶ σε ἀπὸ οἴνου τοῦ μυρεψικοῦ, ἀπὸ νάματος ῥοῶν μου. 3 Εὐώνυμος αὐτοῦ ὑπὸ τὴν κεϕαλήν μου, καὶ ἡ δεξιὰ αὐτοῦ περιλήμψεταί με. 4 ὥρκισα ὑμᾶς, ϑυγατέρες Ιερουσαλημ, ἐν ταῖς δυνάμεσιν καὶ ἐν ταῖς ἰσχύσεσιν τοῦ ἀγροῦ, τί ἐγείρητε καὶ τί ἐξεγείρητε τὴν ἀγάπην, ἕως ἂν ϑελήσῃ. 5 Τίς αὕτη ἡ ἀναβαίνουσα λελευκανϑισμένη ἐπιστηριζομένη ἐπὶ τὸν ἀδελϕιδὸν αὐτῆς; Ὑπὸ μῆλον ἐξήγειρά σε· ἐκεῖ ὠδίνησέν σε ἡ μήτηρ σου, ἐκεῖ ὠδίνησέν σε ἡ τεκοῦσά σου. 6 Θές με ὡς σϕραγῖδα ἐπὶ τὴν καρδίαν σου, ὡς σϕραγῖδα ἐπὶ τὸν βραχίονά σου· ὅτι κραταιὰ ὡς ϑάνατος ἀγάπη, σκληρὸς ὡς ᾅδης ζῆλος· περίπτερα αὐτῆς περίπτερα πυρός, ϕλόγες αὐτῆς· 7 ὕδωρ πολὺ οὐ δυνήσεται σβέσαι τὴν ἀγάπην, καὶ ποταμοὶ οὐ συγκλύσουσιν αὐτήν· ἐὰν δῷ ἀνὴρ τὸν πάντα βίον αὐτοῦ ἐν τῇ ἀγάπῃ, ἐξουδενώσει ἐξουδενώσουσιν αὐτόν. 8 Ἀδελϕὴ ἡμῖν μικρὰ καὶ μαστοὺς οὐκ ἔχει· τί ποιήσωμεν τῇ ἀδελϕῇ ἡμῶν ἐν ἡμέρᾳ, ᾗ ἐὰν λαληϑῇ ἐν αὐτῇ; 9 εἰ τεῖχός ἐστιν, οἰκοδομήσωμεν ἐπ᾽ αὐτὴν ἐπάλξεις ἀργυρᾶς· καὶ εἰ ϑύρα ἐστίν, διαγράψωμεν ἐπ᾽ αὐτὴν σανίδα κεδρίνην. 10 Ἐγὼ τεῖχος, καὶ μαστοί μου ὡς πύργοι· ἐγὼ ἤμην ἐν ὀϕϑαλμοῖς αὐτοῦ ὡς εὑρίσκουσα εἰρήνην. 11 Ἀμπελὼν ἐγενήϑη τῷ Σαλωμων ἐν Βεελαμων· ἔδωκεν τὸν ἀμπελῶνα αὐτοῦ τοῖς τηροῦσιν, ἀνὴρ οἴσει ἐν καρπῷ αὐτοῦ χιλίους ἀργυρίου. 12 ἀμπελών μου ἐμὸς ἐνώπιόν μου· οἱ χίλιοι σοί, Σαλωμων, καὶ οἱ διακόσιοι τοῖς τηροῦσι τὸν καρπὸν αὐτοῦ. 13 Ὁ καϑήμενος ἐν κήποις, ἑταῖροι προσέχοντες τῇ ϕωνῇ σου· ἀκούτισόν με. 14 Φύγε, ἀδελϕιδέ μου, καὶ ὁμοιώϑητι τῇ δορκάδι ἢ τῷ νεβρῷ τῶν ἐλάϕων ἐπὶ ὄρη ἀρωμάτων.